Matthew 3:3

3οὗτος γάρ ἐστιν ῥηθεὶς
 διὰ = WH Treg NA/NIV: || ὑπὸ = RP
διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

Mark 1:3

3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,

Luke 1:16-17

16καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.

Luke 1:76-79

76καὶ σὺ
 δέ = WH Treg NA/NIV: || [omit] = RP
δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ
 ἐνώπιον = WH NA/NIV: || πρὸ προσώπου = Treg RP
ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς
 ἐπισκέψεται = WH NA/NIV: || ἐπεσκέψατο = Treg RP
ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Luke 3:4-6

4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ
 προφήτου = WH Treg NA/NIV: || προφήτου λέγοντος = RP
προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς
 εὐθείαν = NA/NIV RP: || εὐθείας = WH Treg
εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.

John 3:28

28αὐτοὶ ὑμεῖς
 μοι = WH Treg NA/NIV: || [omit] = RP
μοι μαρτυρεῖτε ὅτι
 εἶπον = Treg RP: || εἶπον ἐγώ = WH; || εἶπον ὅτι = NA/NIV
εἶπον· Οὐκ εἰμὶ ἐγὼ χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
Copyright information for SBLG